Ephesians 4:7-12

7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη
 ἡ = WH NA/NIV RP: || [omit] = Treg
χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν,
 ἔδωκεν = NA/NIV: || καὶ ἔδωκεν = WH Treg RP
ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
9τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ
 κατέβη = WH Treg NA/NIV: || κατέβη πρῶτον = RP
κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 καταβὰς αὐτός ἐστιν καὶ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,

Colossians 1:19

19ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι

Colossians 2:3

3ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας
 καὶ = WH Treg NA/NIV: || καὶ τῆς = RP
καὶ γνώσεως ἀπόκρυφοι.

Colossians 2:9-10

9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,

1 Peter 1:11

11ἐραυνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
Copyright information for SBLG